Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.257 Joseph. AJ 15.262 (English) >>Joseph. AJ 15.265

15.260οὐ μὴν Σαλώμη τὸν ἐγγενῆ νόμον, ἀλλὰ τὸν ἀπʼ ἐξουσίας ἑλομένη τήν τε συμβίωσιν προαπηγόρευσεν καὶ πρὸς τὸν ἀδελφὸν Ἡρώδην ἔλεγεν ὑπὸ τῆς εἰς ἐκεῖνον εὐνοίας ἀποστῆναι τἀνδρός· ἐγνωκέναι γὰρ αὐτὸν μετʼ Ἀντιπάτρου καὶ Λυσιμάχου καὶ Δοσιθέου νεωτέρων ἐφιέμενον. καὶ πίστιν παρεῖχεν τοῦ λόγου τοὺς Σάββα παῖδας, ὅτι διασώζοιντο παρʼ αὐτῷ χρόνον ἐνιαυτῶν ἤδη δεκαδύο. 15.261τοῦτο δὲ εἶχεν οὕτως καὶ πολλὴν ἔκπληξιν ἐνεποίησεν τῷ βασιλεῖ παρʼ ἐλπίδας ἀκουσθέν, ἐκεκίνητό τε μᾶλλον ἐπὶ τῷ παραδόξῳ τοῦ λόγου· τὰ γὰρ περὶ τοὺς Σάββα παῖδας ἐσπουδάσθη μὲν αὐτῷ πρότερον ἐπεξελθεῖν αὐτοὺς δυσμενεῖς γενομένους τῇ διαθέσει, τότε δὲ διὰ τὸ μῆκος τοῦ χρόνου καὶ τῆς μνήμης ἐξεληλύθεσαν. 15.262 δὲ ἔχθρα πρὸς αὐτοὺς καὶ τὸ μῖσος ἀπὸ τοιούτων ἦν· Ἀντιγόνου τὴν βασιλείαν ἔχοντος Ἡρώδης μὲν ἐπολιόρκει δυνάμει τὴν τῶν Ἱεροσολυμιτῶν πόλιν, ὑπὸ δὲ χρείας κακῶν, ὅσα τοῖς πολιορκουμένοις παρίσταται, πλείους ἦσαν οἱ τὸν Ἡρώδην ἐπικαλούμενοι καὶ πρὸς ἐκεῖνον ἀπονεύοντες ἤδη ταῖς ἐλπίσιν. 15.263ὄντες δὲ ἐπʼ ἀξιώματος οἱ τοῦ Σάββα παῖδες καὶ παρὰ τῷ πλήθει δυνατοί, πιστοὶ διετέλουν Ἀντιγόνῳ τόν τε Ἡρώδην διέβαλλον ἀεὶ καὶ συμφυλάττειν τοῖς βασιλεῦσιν τὴν ἐκ γένους ἀρχὴν προύτρεπον. ἐκεῖνοι μὲν οὖν ἅμα καὶ συμφέρειν αὐτὰ νομίζοντες ἐπὶ τοιούτων ἐπολιτεύοντο.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.257 Joseph. AJ 15.262 (English) >>Joseph. AJ 15.265

Powered by PhiloLogic